Παρασκευή 21 Νοεμβρίου 2008

ἔχω

Α. μεταβ., κύριαι σημασίαι, Ι. ἔχω, ΙΙ. κρατῶ:

Ι.
ἔχω κατέχω ὡς κτῆμα, ἐπὶ περιουσίας· αὕτη δὲ εἶναι ἡ συνηθεστάτη χρῆσις, Ὀδ. Β. 336, Π. 386, κτλ. | 2. Παθ., κατέχομαι ὑπό τινος, ἀνήκω εἴς τινα, τοῦ περ δὴ θυγάτηρ ἔχεθ᾿ Ἕκτορι χαλκοκορυστῇ=τούτου δὲ ἡ θυγάτηρ ἐγεγάμητο Ἕκτορι τῷ πολεμιστῇ» (Θ. Γαζῆς), Ἰλ. Ζ. 398, πρβλ. Σ. 130, 197 | 3. ἔχω, δηλ. ἔχω τὴν φροντίδα τινός, ἐπιτηρῶ τι, ἔχον πατρώϊα ἔργα Ὀδ. Β. 22, πρβλ. Δ. 737· πύλαι…, ἃς ἔχον Ὧραι Ἰλ. Ε. 749, Θ. 393 | 4. εἶμαι ἐνησχολημένος εἴς τι, φυλακὰς ἔχον, ἐφύλασσον, Ἰλ. Ι. 1, 471· σκοπιὴν ἔχε· Ὀδ. Θ. 302· ἀλαὸς σκοπιὴν εἶχε Ἰλ. Κ. 515., Ν. 10 | 5. μετ᾿ αἰτ. τόπου, κατοικῶ ἔν τινι τόπῳ, οὐρανόν, Οὔλυμπον Ὅμ.: συχνάζω, Νύμφαι ἔχουσ᾿ ὀρέων αἰπεινὰ κάρηνα καὶ πηγὰς Ὀδ. Ζ. 123 | 6. ἔχω γυναῖκα (κατὰ τὸ πλεῖστον ἄνευ τοῦ γυναῖκα), οὕνεκ᾿ ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι Ὀδ. Δ. 569, πρβλ. Ε. 313. Ἰλ. Γ. 53, κτλ.| 7. ἔχω ἐν τῇ οἰκίᾳ μου, φιλοξενῶ, Ὀδ. Ρ. 515, Υ. 377. Ὁμ. Ὕμν. εἰς Ἀφρ. 232, 274 | 8. ἡ μετοχὴ τοῦ ἐνεστ. συχνάκις συνδυάζεται μετὰ ῥήματος σχεδὸν πλεοναστικῶς, ἀλλ᾿ οὕτως ὥστε νὰ δίδῃ πλείονα ἔμφασιν εἰς τὸν λόγον, οὓς ὁ γεραιὸς αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ=οὓς (ἡμιόνους) ὁ γέρων αὐτὸς ἔχων ἀνέτρεφε παρὰ τῇ καλῶς κατεσκευασμένῃ φάτνῃ (Θ. Γαζῆς). Ἰλ. Ω. 280 | 9. ἐπὶ ἕξεων, καταστάσεων, ἢ περιστάσεων σωματικῶν ἢ ψυχικῶν, γῆρας ἔχ., περιφρ. ἀντὶ γηράσκειν, Ὀδ. Ω. 250· κακὸν Υ. 83· ἕλκος Ἰλ. Π. 517. λύσσαν Ι. 305. φρένας ἔχ. Ἰλ. Ν. 394 | 10. ὡσαύτως, ἔχω, ὑφίσταμαι, πάσχω, ἄλγεα Ε. 895, κτλ.· ἄχεα θυμῷ Γ. 412· πένθος μετὰ φρεσὶ Ω. 105· πένθος φρεσὶ Ὀδ. Η. 219· πόνον... καὶ ὀϊζὺν Ἰλ. Ν. 2, Ὀδ. Θ. 529 | 11. ἔχω ἐμπειρίαν πράγματός τινος, γινώσκω, ἐννοῶ, δμῆσιν ἵππων Ἰλ. Ρ. 476 | 12. συνεπάγομαι, φέρω, προξενῶ, Εἰλείθυιαι... ὠδῖνας ἔχουσαι Ἰλ. Λ. 272· καναχὴν ἔχε Π. 105, 794· ἔχον βοήν, ἐπὶ αὐλῶν, Σ. 495.

ΙΙ.
κρατῶ, ἔχειν χερσίν, ἐν χερσίν, μετὰ χερσίν, κτλ., μετὰ γαμφηλῇσιν ἔχειν Ἰλ. Ν. 200· πρόσθεν ἔχ. ἀσπίδα Ν. 157· ὑψοῦ κάρη Ζ. 509· ὑπὲρ πασῶν Ὀδ. Ζ. 107· ὄπιθεν Ἰλ. Ψ. 136 | 2. κρατῶ τι χάριν τινός, ὡς βοηθὸς αὐτοῦ, Ι. 209, πρβλ. Ν. 600 | 3. κρατῶ, χειρὸς ἔχων Μενέλαον Ἰλ. Δ. 154· Πάτροκλος δ’ ἑτέρωθεν ἔχεν ποδὸς (τὸν Κεβριόνην) Π. 763. πρβλ. Λ. 488 | 4. μεταφ., φρεσὶν ἔχειν, ἔχειν, φυλάττειν ἐν τῷ νῷ, Ἰλ. Β. 33 | 5. ὡς τὸ φέρω, φορέω, λατ. gestare, ἐπὶ ὅπλων καὶ ἐνδυμάτων, φέρω, φορῶ, εἷμα δ’ ἔχ’ ἀμφ’ ὤμοισιν Ἰλ. Σ. 538, πρβλ. 595· παρδαλέην ὤμοισιν ἔχων Γ. 17· ἔχει δ’ ὀλίγον σάκος ὤμῳ Ξ. 376· κυνέην κεφαλῇ ἔχε Ὀδ. Ω. 231, πρβλ. Ρ. 122, 450· τάδ’ εἵματ’ ἔχω Ρ. 24, πρβλ. 572, κτλ. | 6. ἐπὶ γυναικός, κυοφορῶ, ἔχω ἐν γαστρί, λατ. utero gestare | 7. ἀποκρούω, κωλύω, λατ. sustinere hostem, συνήθως μετ’ αἰτ. προσ., ἕξουσι γὰρ ἅπαντας ἐϋκνήμιδες Ἀχαιοὶ Ἰλ. Ν. 51, Υ. 27· ἅπαξ μετὰ δοτ., οὐδέ οἱ ἔσχεν ὀστέον, Π. 740: ὁ Ὅμ. μεταχειρίζεται τὸν μέλλοντα σχήσω τὸ πλεῖστον ἐπὶ ταύτης τῆς ἐννοίας· ὡσαύτως μέσ. μέλλ. σχήσομαι, μετ’ αἰτ. ὡς τὸ ἐνεργ., ἔφαντο γὰρ οὐκέτ’ Ἀχαιοὺς σχήσεσθαι Ἰλ. Μ. 126, Ρ. 639. | 8. κρατῶ στερεά, στερεώνω, ὀχῆες εἶχον πύλας Μ. 456· θύρην ἔχε μοῦνος ἐπιβλὴς Ω. 453 | 9. περιέχω, περικλείω, φρένες ἧπαρ, ἔχουσιν Ὀδ. Ι. 301· οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν Λ. 219. | 10. κατέχω τι, κρατῶ αὐτό, ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, εἶχεν ἐν χειρί, Ἰλ. Ψ. 871· πληρέστερον, τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόεντα ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι Ε. 569 | 11. συχνάκις ἐπὶ ἵππων ἢ πλοίων, ὁδηγῶ, διευθύνω, ἐλαύνω, πεδίονδ’ ἔχον ὠκέας ἵππους Γ. 263, πρβλ. Λ. 760· φόβονδε Θ. 139· τῇ ῥα... ἔχον ἵππους Γ. 752, κτλ. | 12. ἀκολούθως συχν. ἀπολ., ἄνευ τοῦ ἵππους ἢ νῆας, τῇ ῥ’ ἔχε=κατ’ ἐκείνην τὴν διεύθυνσιν ἐξηκολούθει νὰ πορεύηται. Ἰλ. Π. 378, πρβλ. Ψ. 422· Πύλονδ’ ἔχον=ἐξηκολούθουν διευθυνόμενος πρὸς τὴν Πύλον, Ὀδ. Γ. 182 | 13. κατέχω, κρατῶ, τοὺς γὰρ ἀνώγειν σφοὺς ἵππους ἐχέμεν, «κατέχειν» (Σχόλ.), Ἰλ. Δ. 302. | 14. ἀναχαιτίζω, σταματῶ, τινά Ν. 51, Υ. 27. Ψ. 720.· χεῖρας ἔχων Ἀχιλῆος, κρατῶν τὰς χεῖρας αὐτοῦ, Σ. 33· ἀλλά, οὐ σχήσει χεῖρας=οὐκ ἐφέξει, οὐ κωλύσει (Εὐστ.), Ὀδ. Χ. 70· ἔσχ’ ὀδύνας=ἐπέσχεν, ἔπαυσεν (Σχόλ.), Ἰλ. Λ. 848, πρβλ. 271· ἔσχε κῦμα Ὀδ. Ε. 451· μῦθον σιγῇ Τ. 502 | 15. κρατῶ μακράν τινος, ἐμποδίζω, τινὰ ἀγοράων, νεῶν Ἰλ. Β. 275, Ν. 687 | 16. ὡσαύτως μετ’ ἀπαρ., ἦ τινά... σχήσω ἀμυνέμεναι Ἰλ. Ρ. 182 | 17. κρατῶ, κατακρατῶ, ὅς οἱ χρήματα εἶχε βίᾳ Ὀδ. 230.Ἕκτορ’ ἔχει... οὐδ’ ἀπέλυσεν Ἰλ. Ω. 115, πρβλ. 136 | 18. προφυλάττω, σῴζω, Ἰλ. Ω. 730· ἐπὶ ὁπλισμοῦ, ὑπερασπίζω, προστατεύω, Χ. 322. | 19. τηρῶ ἔν τινι καταστάσει | 20. μετ’ ἀπαρεμφ., ἔχω τὰ μέσα ἢ τὴν δύναμιν νὰ πράξω τι, εἶμαι ἱκανός, συχν. ἀπὸ τοῦ Ὁμήρου καὶ ἐφεξῆς, κατὰ τὸ πλεῖστον μετ’ ἀπαρεμφ. ἀορίστ., ὡς ἐν Ἰλ. Η. 217, Π. 110, κτλ.· σπανίως μετὰ παραλείψεως τοῦ ἀπαρεμφάτου, ἀλλ’ οὔ πως ἔτι εἶχε, εἰσέτι δὲν ἠδύνατο, Ἰλ. Ρ. 354· οἷά κ’ ἔχωμεν, ἐφ’ ὅσον δυνάμεθα, Ὀδ. Ο. 281.

Β. ἀμεταβ., εὑρίσκομαι ἔν τινι καταστάσει, ἀλλ’ ἔχον οὕτως, ὥστε τάλαντα..., ἀλλ’ εἶχον, δηλ. ἦσαν ἴσοι ὡς αἱ πλάστιγγες..., Ἰλ. Μ. 433· οὐδὲ οἱ ἔγχος ἔχ’ ἀτρέμας, ἔμενεν ἥσυχον εἰς τὰς χεῖράς αὐτοῦ, Ν. 557 | 2. ἁπλῶς, εἶμαι, ἑκὰς εἶχον=ἦσαν μακράν, Ὀδ. Μ. 435· ὄμβρος ἔχει Ν. 245 | 3. λόγος ἔχει, διαδίδεται, λέγεται | 4. ἵσταμαι ὄρθιος, ἐξέχω, κίονες ὑψόσ’ ἔχοντες, Ὀδ. Τ. 38· δι’ ὤμου δ’ ὄβριμον ἔγχος ἔσχεν, «διέσχε, διῆλθεν» (Σχόλ.), Ἰλ. Ν. 520. | 5. ἄγω, φέρω πρός τι σημεῖον | 6. μεθ’ Ὅμ. τὸ ἔχω ἑνοῦται μετὰ μετοχ. ἀορ. ἑτέρου ῥήματος, κρύψαντες ἔχουσι, ἀντὶ κεκρύφασι.

Γ. μέσ., προσκολλῶμαι εἴς τι, «κρατοῦμαι», ποτὶ μακρὸν ἐρινεὸν ὑψόσ’ ἀερθείς, τῷ προσφὺς ἐχόμην ὡς νυκτερὶς Ὀδ. Μ. 433, πρβλ. Ἰλ. Α. 513, Ὀδ. Ι. 435, κτλ.· πυκιναὶ δὲ πρὸς ἀλλήλῃσι ἔχονται (αἱ ἄκανθαι) Ε. 329 | 2. κατὰ τὸ πλεῖστον μετὰ γεν., ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης, τῆς ἔχετε στενάχων, εἴχετο αὐτῆς, ἐκράτει αὐτὴν δυνατά, αὐτόθι 429, πρβλ. Ι. 435 | 3. μεταφ., προσκολλῶμαι, ἀφοσιοῦμαι εἴς τι | 4. ἐξαρτῶμαι, ἔκ τινος Ὀδ. Ζ. 197, Λ. 346· μετὰ γεν., σέο ἕξεται Ἰλ. Ι. 102. | 5. ἀνήκω εἴς τινα | 6. κρατῶ τὴν θέσιν μου, ἀντέχω, ἔφαντο γὰρ οὐκέτ’ Ἀχαιοὺς σχήσεσθαι=ᾠήθησαν γὰρ μηκέτι τοὺς Ἕλληνας ἀνθέξειν (Θ. Γαζῆς), Μ. 126· ἔχεο κρατερῶς=ἀνθίστασο ἰσχυρῶς (Θ. Γαζῆς), Π. 501, Ρ. 559. | 7. μετ’ αἰτ., ἀποκρούω ἀπ’ ἐμαυτοῦ, ἀπωθῶ, οὐδ’ ἔτι φασὶν Ἕκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτους σχήσεσθ’ Ρ. 639. | 8. κατέχομαι, σταματῶ, ἐν τῇ δ’ ἑβδομάτῃ ῥινῷ σχέτο (τὸ ἔγχος), Η. 248· ἔσχετο φωνὴ Ρ. 696, κτλ. | 9. ἀπέχομαί τινος, ἀϋτῆς, μάχης Β. 98, Γ. 84· βίης Ὀδ. Δ. 422· ἐχώμεθα δηϊοτῆτος ἐκ βελέων Ἰλ. Ξ. 129 | 10. ἀπολ., σχέο, σχέσθε, ἐπίσχες, παῦσαι, Ἥφαιστε, σχέο, τέκνον ἀγακλεὲς Ἰλ. Φ. 379· σχέσθε, φίλοι, καί μ’ οἶον ἐάσατε=παύσασθε, ὦ φίλοι, καὶ ἄφετέ με μόνον (Θ. Γαζῆς), Χ. 416.

Ἐτυμ.: Ἐκ συγκρίσεως πρὸς συγγενεῖς γλώσσας φαίνεται ὅτι ἡ ῥίζα ὑπῆρξε διπλῆ: 1. ῥ. ΕΧ, ΣΕΧ=ἔχω, ὁπόθεν καὶ τὸ ἴσχω (ὅ ἐ. σι-σέ-χω, πρβλ. μίμνω, πίπτω), σχήσω, ἔσχον, ἔσχηκα, σχέσις, σχῆμα· ὡσαύτως, ἐχυρός, ὀχυρός· ἕξω, ἑξῆς, ἑξείης· ἰσχνός, σχεοόν· καὶ 2.ϜΕΧ, κρατῶ, «βαστῶ», ὁπόθεν τὰ ὄχ-ος, ὀχ-έομαι, ὄχ-ημα, ὀχ-ετός· ὀχ-εύω· ἴσως καὶ ὄχ-λος, ὀχ-λέω· πρβλ. σανσκρ. vah, vah-âmi (veho), vâh-asas (ὀχετός), vâh-anam (ὄχος), vah-ati (fluvius)· λατ. veh-o, veh-i-culum, vectura, ὡσαύτως via, velum· γοτθ. ga-vigan (σαλεύειν), κτλ.· άρχ.-ὑψηλ.-γερμ. wag-an (Γερμ. vagen), κτλ.).

[
ἔχων άρσ. μτχ. ἐνεστ. (Α 14 -Α 168)]
[
ἔχοντες ἀρσ. μτχ. πληθ. (Α 18)]
[
ἔχειν, ἀπρφ. ἐνεστ. (Α 113)]
[
ἔχῃς, β’ ἑν. ὑποτ. ἐνεστ. (Α 133)]

Δεν υπάρχουν σχόλια: