Παρασκευή 28 Νοεμβρίου 2008

νῦν

(ὡσαύτως νυν, νυ), τώρα, κατ’ αὐτὸν τοῦτον τὸν χρόνον, λατ. nunc, οὐ μόνον ἐπὶ τῆς παρούσης στιγμῆς, ἀλλὰ καὶ ἐπὶ τοῦ παρόντος χρόνου΄ οἳ νῦν βροτοί εἰσι Ἰλ. Α. 272, ἀντίθετον τῷ μέχρι νῦν | 2. τὸ νῦν εἶναι ἐν χρήσει οὐ μόνον ἐπὶ τοῦ ἀμέσου παρόντος, ἀλλὰ καὶ ἐπὶ τοῦ παρελθόντος, πρὸ ὀλίγου, «τώρα δά»' νῦν Μενέλαος ἐνίκησεν Ἰλ. Γ. 439, πρβλ. Ν. 772, Ὀδ. Α. 43, 166 ' - καὶ ἐπὶ τοῦ μέλλοντος, τώρα, ἀμέσως, ἐντὸς ὀλίγου' νῦν αὖτ’ ἐγχείῃ πειρήσομαι Ἰλ. Ε. 279, πρβλ. Υ. 307, Ὀδ. Α. 200, -Αἱ αὐταὶ χρήσεις τοῦ νῦν εὕρηνται ἐν σχέσει πρὸς ἄλλα μόρια, νῦν γε, τὰ νῦν γε, κτλ. - ἰδίως, νῦν δή· - μετ’ ἄλλων ἐκφράσεων χρόνου, νῦν σήμερον, νῦν ἡμέρη ἥδε Ἰλ. Θ. 541, Μ. 828.

ΙΙ. Πλὴν τῆς καθαρῶς χρονικῆς σημασίας τὸ νῦν ἢ (ἐπὶ τοιαύτης σημασίας συνήθως ἐγκλιτ.) νυν, νυ, ὡσαύτως δηλοῖ, 1. τὴν ἄμεσον ἀκολουθίαν πράγματός τινος κατόπιν ἄλλου, τότε, ἀκολούθως, μετὰ ταῦτα' ἧκε δ’ ἐπ’ Ἀργείοισι κακὸν βέλος· οἱ δέ νυ λαοὶ θνῆσκον=ἔρριψε τὸ κακὸν βέλος του κατὰ τῶν Ἀργείων, καὶ οὕτως (τότε) οἱ ἄνθρωποι ἀπέθνησκον, Ἰλ. Α. 382· συχνάκις οὕτω παρ’ Ὁμήρῳ. | 2. τὴν ἄμεσον ἀκολουθίαν πράγματός τινος ἐξερχομένου ἢ εἰκαζομένου ἐξ ἄλλου, ὅθεν, λοιπόν' μὴ νῦν μοι νεμεσήσετε=μὴ λοιπὸν ὀργισθῆτε ἐναντίον μου, Ἰλ. Ο. 115· συχνάκις παρ’ Ὁμήρῳ |3. ἐν χρήσει πρὸς ἐνίσχυσιν ἢ ἐπίσπευσιν διαταγῆς, παραγγελίας, προσκλήσεως κτλ., παρ’ Ὁμ. κατὰ τὸ πλεῖστον μετ’ ἐπιρρημάτων, δεῦρό νυν=ἐμπρὸς λοιπόν! γρήγορα! Ἰλ. Ψ. 485· εἶά νυν κτλ. Ἐν πᾶσι τούτοις δύναται νὰ ἀποδοθῇ διὰ τοῦ «λοιπόν», καὶ κατὰ σημασίαν προσεγγίζει τὰ μόρια, δή, οὖν, ὡς ἐν τοῖς φέρε δή, ἄγε δή, κτλ.· ἐπεί νυ ἀντὶ τοῦ συνήθους, ἐπειδή, Ἰλ. Α. 416. | 4. ὡσαύτως πρὸς ἐνίσχυσιν ἐρωτήσεως, τίς νυν; τί νυν;=ποῖος λοιπόν; τί λοιπόν; Α 414., Δ. 31· οὕτως, ἦ ῥά νυ Γ. 183.


Ἐτυμ.: πρβλ. σανσκρ. , nûnam· λατ. nunc καὶ ἴσως num (πρβλ. tunc, tum)· ἀρχ. γερμ. nu (num, τώρα)΄ ἀγγλ. now.

Δεν υπάρχουν σχόλια: