Τρίτη 2 Δεκεμβρίου 2008

ἀνάσσω

ποιητ. ῥῆμα, κατὰ τὸ πλεῖστον εὕρηται ἐν τῷ ἐνεστῶτι, εἶμαι κύριος, δεσπότης, κυρίαρχος, ἄρχω, κυβερνῶ· ἐπί τε ἐπιγείων δεσποτῶν καὶ ἐπὶ τῶν προστατηρίων ἢ πολιούχων θεοτήτων· παρ’ Ὁμήρῳ τὰ πολλὰ μετ. δοτ., Ἄργεϊ, νήσοισι, δώμασι, κτήμασιν οἷσι ἀν., ἀλλ’ ὡσαύτως καὶ μετὰ γεν., Τενέδοιο, Ἀργείων, πεδίοιο ἀνάσσειν Ἰλ. Α. 38, κτλ. ἔτι δὲ μετ. γεν. ἅμα καὶ δοτ., ἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισι τιμῆς τῆς Πριάμου=ἐλπίζοντα βασιλεύσειν τῶν Τρῴων μετὰ τῆς τιμῆς τοῦ Πριάμου (μετάφρ. Θ. Γαζῆ), Ἰλ. Υ. 180, πρβλ. Ὀδ. Ω. 30· πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δ’ ἀνάσσειν, πᾶσι δὲ σημαίνειν Ἰλ. Α. 288: ὡσαύτως μετὰ προθ., μετ’ ἀθανάτοισι ἀνάσσειν=πρωτεύειν μεταξὺ τῶν ἀθανάτων, Ἰλ. Δ. 61, πρβλ. Ψ. 471· ἐν Βουδείῳ.. ἤνασσε Π. 572· ἐν Φαίηξι Ὀδ. Η. 62― παρ’ Ὁμ. συχν. τῇ προσθήκῃ τοῦ ἶφι, Τενέδοιό τε ἶφι ἀνάσσεις=βασιλεύεις μετὰ δυνάμεως, Ἰλ. Α. 38· ἶφι ἀν. δώμασι, κτήμασι, κτλ. Ὀδ. Λ. 275, κτλ.― Μέσ. ἅπαξ παρ’ Ὁμ., τρὶς .. ἀνάξασθαι γένε’ ἀνδρῶν=βασιλεῦσαι ἐπὶ τριῶν γενεῶν, Ὀδ. Γ. 245: ― Παθ. κυβερνῶμαι, ἀνάσσονται δ’ ἐμοὶ αὐτῷ Δ. 177.

Δεν υπάρχουν σχόλια: