Πέμπτη 27 Νοεμβρίου 2008

κρατερός

ά, όν, ἐπικ. τύπος τοῦ καρτερός, ἰσχυρός, δυνατός, παρ’ Ὁμ. ὡς ἐπὶ τὸ πολὺ ἐπὶ σωματικῆς ἰσχύος, κρατερός περ ἐὼν καὶ χερσὶ πεποιθὼς Ἰλ. Π. 624, πρβλ. Ζ. 97, κτλ.· ἐπίθ. τοῦ Ἄρεως, Β, 515· τῶν λεόντων, Ὀδ. Δ. 335· χεῖρες Δ. 288― ὡσαύτως μετὰ τῆς συγγενοῦς ἐννοίας τοῦτραχέος, αὐστηροῦ, ἐπὶ τοῦ Ἅιδου, Ἰλ. Ν. 415, πρβλ. Φ. 566. | 2. ἐπὶ πραγμάτων, καταστάσεων κτλ., ἰσχυρός, δυνατός, σκληρός, ἄγριος, πεισματώδης, κρ. ὑσμίνη Ἰλ. Β. 345· ἀνάγκη Ζ. 458· βίη Φ. 501, κτλ.· ― ἐπὶ ὅπλων, βέλος, τόξον Ε. 104., Θ. 279· οὕτω δεσμός, δεσμοὶ Ἰλ. Ε. 386, Ὀδ. Θ. 336· ― ὡσαύτως, τραχύς, σκληρός, χῶρος Ὁμ. Ὕμν. εἰς Ἑρμ. 354· σίδηρος ὅπερ κρατερώτατός ἐστιν Ἡσ. Θ. 864. 3) ἐπὶ διαφόρων παθῶν, ἰσχυρός, ὁρμητικός, δυνατός, λύσσα, ἔρις, μένος, πένθος, ἄλγεα, κτλ., Ὅμ.· ― οὕτως ἐπὶ πράξεων καὶ λόγων, κρ. ἔργα, βίαιαι πράξεις, Ἰλ. Α. 25· κρ. μῦθος=τραχύς, βαρὺς λόγος, αὐτόθι 326, κτλ.· μῦθον ἀπηνέα τε κρ. τε Ο. 202. ― Πρβλ. κραταιός, κρατύς.

ΙΙ. Ἐπίρρ. κρατερῶς, ἰσχυρῶς, κρ. μάχεσθαι Ἰλ. Μ. 152· ἑστάμεναι Λ. 666. ἔχεσθαι Μ. 501, κτλ.· νεμεσᾶν Ν. 16, 353· κὰδ δὲ ἔβαλε κρ.=ἔρριψεν ἰσχυρῶς κατὰ γῆς, Ὀδ. Δ. 344· κρ. ἀγορεύειν καὶ ἀποειπεῖν μετὰ τραχύτητος=αὐστηρῶς, Ἰλ. Θ. 29., Ι. 694, κτλ.

Δεν υπάρχουν σχόλια: