Πέμπτη 27 Νοεμβρίου 2008

θυμός

(ὁ, ἡ) ψυχὴ ἢ τὸ πνεῦμα, τὸ στοιχεῖον τῆς ζωῆς, τῆς αἰσθήσεως ἢ σκέψεως, ἰδίως τῶν ἰσχυρῶν αἰσθημάτων καὶ παθῶν (ὀρθῶς παραγόμενον ἐκ τοῦ θύω ὑπὸ Πλάτ. ἐν Κρατ. 419 Ε, ἀπὸ τῆς θύσεως καὶ ζέσεως τῆς ψυχῆς)˙

Ι. ὡς τὸ λατ. anima, spiritus, ἐν καθαρῶς φυσικῇ σημασίᾳ, ἡ ψυχή, πνοή, ζωή, θυμόν ἀπαυρᾶν, ἀφελέσθαι, ἐξαίνυσθαι, ὀλέσαι, συχνὸν παρ’ Ὁμ.˙ ἐξείλετο θυμὸν Ὀδ. Χ. 388˙ ἐπεὶ κε... ῥεθέων ἐκ θυμὸν ἕληται Ἰλ. Χ. 68˙ θυμὸς ᾤχετ’ ἀπὸ μελέων Ν. 671˙ τὸν λίπε θυμὸς Δ. 470˙ λίπε δ’ ὀστέα θυμὸς Μ. 386˙ ἀπὸ δ’ ἔπτατο θυμὸς Π. 469, Ὀδ. Κ. 163˙ ὠκὺς δ’ ἐκ μελέων θυμὸς πτάτο Ἰλ. Χ. 880, πρβλ. Ν. 671˙ θυμὸν ἀποπνείειν Δ. 524˙ ὀλίγος δ’ ἔτι θυμὸς ἐνῆεν Α. 593˙ θυμὸν ἀγείρειν, πρβλ. θυμηγερέων, μόγις δ’ ἐσαγείρετο θυμὸν Φ. 417˙ ἐς φρένα θυμὸς ἀγέρθη Δ. 475˙ ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη Δ. 152˙ ἐν συνδυασμῷ μετὰ τοῦ ψυχῇ, θυμοῦ καὶ ψυχῆς κεκαδὼν Λ. 334˙ οὕτω καὶ ἐπὶ ζῴων, Γ. 294, Μ. 150, κτλ. | 2. ἰσχύς, δύναμις, τείρετο δ’ ἀνδρῶν θυμὸς ὑπ’ εἰρεσίης Ὀδ. Κ. 78˙ ἐν δὲ θυμὸς τείρεθ’ ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ Ἰλ. Σ. 744. | 3. πάτασσε δὲ θυμὸς ἑκάστου=ἑκάστου ἀνδρὸς ἡ καρδία μεγάλως ἐπάλλετο, Ψ. 370, πρβλ. Η. 216.

ΙΙ. ὡς τὸ λατ. animus, ἡ ψυχή, ὡς ἐκφαίνεται διὰ τῶν αἰσθημάτων καὶ παθῶν, ἡ καρδία· ἑπομένως, 1. ἐπὶ τοῦ αἰσθήματος ἐπιθυμίας κ.τ.τ., παρ’ Ὁμ. ἰδίως ἐπιθυμία τροφῆς καὶ ποτοῦ, «ὄρεξις», πιέειν ὅτε θυμὸς ἀνώγοι Ἰλ. Δ. 263· ἔπιον θ’ ὅσον ἤθελε θυμὸς Ι. 177· οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης Α. 486· πλησάμενος... θυμὸν ἐδητύος ἠδὲ ποτῆτος Ὀδ. Ρ. 603, πρβλ. Τ. 198· ― ὡσαύτως, τί με θυμὸς ἐνὶ στήθεσσι κελεύει; Ἰλ. Η. 68· μετ’ ἀπαρ., βαλέειν δέ ἑ θυμὸς ἀνώγει=ἡ καρδία του τὸν ἐβίαζε νὰ ῥίψῃ, Θ. 322· βαλέειν δὲ ἑ ἵετο θυμὸς αὐτόθι 301· κέλεται δέ ἑ θ. ἀγήνωρ... ἐλθεῖν, ἐπὶ λέοντος, Ν. 300· ἤθελε θυμῷ=ἐπεθύμει ἐν τῇ καδίᾳ του ἢ ἐξ ὅλης τῆς καρδίας του, Τ. 255, Φ. 65· ἵετο θυμῷ, λατ. ferebatur animo, Β. 589· ἀλλ’ ἀπὸ θυμοῦ.. ἔσεαι = ἀποθύμιος Α. 563 | 2. διάθεσις, ἰδιοσυγκρασία, θέλησις, θ. πρόφρων, ἵλαος ἢ ἀπηνής, νηλεής, σιδήρεος Ὅμ.· ἕνα θυμὸν ἔχειν=ἓν φρόνημα, Ἰλ. Ο. 710, κτλ.· ἶσον θυμὸν ἔχειν Π. 720· ἐπὶ ζεύγους βοῶν, Ν. 704· ἐπὶ λύκων, κτλ. Χ. 263· δόκησε δ’ ἄρα σφίσι θυμὸς ὣς ἔμεν=εὐηρεστήθησαν νὰ ἔχωσι τοιοῦτο φρόνημα, Ὀδ. Κ. 415. | 3. τόλμη, θάρρος, μένος καὶ θυμὸς Ἰλ. Υ. 174· πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμὸς Ἰλ. Ο. 280 | 4. ὡς ἕδρα τοῦ θυμοῦ, τῆς ὀργῆς, χωόμενον κατὰ θυμὸν Ἰλ. Α. 429· νεμεσίζεσθαι ἐνὶ θυμῷ Ρ. 254· θυμὸν ἐχώσατο Π. 616, κτλ.: ― ἐντεῦθεν, ὀργή, πάθος, «θυμός», δάμασον θυμὸν Ι. 496· εἴξας ᾧ θυμῷ αὐτόθι 598· θυμὸς μέγας ἐστὶ.. βασιλῆως Β. 196, πρβλ. Ι. 496 | 5. ἡ καρδία ὡς ἕδρα τῶν ἠπιωτέρων αἰσθημάτων, χαρᾶς ἢ λύπης, χαῖρε δὲ θυμῷ Ἰλ. Ξ. 156· γήθησε δὲ θυμῷ Ἰλ. Η. 189· γηθήσειν κατὰ θυμὸν Ν. 416· θυμὸς ἐνὶ στήθεσσι γεγήθει αὐτόθι 491· ἄλγος ἱκάνει θυμὸν ἐμὸν Γ. 97· μιν ἄχος κραδίην καὶ θυμὸν ἵκανεν Β. 171· ἄχνυτο θυμὸς Ξ. 39, πρβλ. Ζ. 524, κτλ.· φόβου, δέος ἔμπεσε θυμῷ Ρ. 625, πρβλ. Θ. 138· ἐλπίδος, πάτασσε δὲ θ. ἑκάστου Ψ. 370· ἀγάπης, τὴν ἐκ θυμοῦ φίλεον Ι. 343. πρβλ. Valck. Θεόκρ. 2. 61· ἐμῷ κεχαρισμένε θυμῷ=τῇ ἐμῇ ψυχῇ προσφιλέστατε (Σχόλ.), Ἰλ. Ε. 243· καὶ τἀνάπαλιν, ἀπὸ θυμοῦ μᾶλλον ἐμοὶ ἔσεαι=θὰ εἶσαι ξένος πρὸς τὴν καρδίαν μου, Α. 562· ἐκ θυμοῦ πεσέειν=ἀποπεσεῖν τῆς ψυχῆς, ὅ ἐστι μισηθῆναι (Σχόλ.), Ψ. 595· πρβλ. ἀποθύμιος | 6. ὁπουδήποτε φαίνεται ὅτι σημαίνει τὴν ψυχὴν ὡς ἕδραν τῆς νοήσεως, ἡ κυριολεκτικὴ σημασία δύναται νὰ διατηρηθῇ παρ’ Ὁμ.· ταῦθ’ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θ. Ἰλ. Δ. 193, κτλ.· ᾔδεε γὰρ κατὰ θυμὸν Β. 409, πρβλ. Δ. 163, κτλ.· τὰ φρονέοντ’ ἀνὰ θυμὸν Β. 36· ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν=ἡ καρδία ἢ ἡ θέλησίς των ἦτο διῃρημένη, Ι. 8· ἕτερος δέ με θυμὸς ἔρυκε=ἄλλος δὲ λογισμὸς μὲ ἀνεχαίτισε, Ὀδ. Ι. 302· φράζετο θυμῷ Ἰλ. Π. 646· ἐν θυμῷ ἐβάλοντο ἔπος Ο. 566.

ΙΙΙ. Μετὰ ῥημάτων δηλούντων ἐνέργειαν ψυχικὴν ἢ διανοητικὴν ὁ Ὅμ. ἔχει τὸ θυμῷ ὡς δοτ. ὀργανικήν, σπανιώτερον δὲ κατὰ θυμόν, ἐν θυμῷ· μετὰ τῶν αὐτῶν ῥημάτων συχνάκις μεταχειρίζεται τὸ θυμὸς ὡς τὸ ὑποκείμ. ἢ ἀντικείμ., ὥστε ἤλπετο κατὰ θυμόν, ἤλπετο θυμῷ εἶναι ἰσοδύναμα τῷ ἤλπετο θυμός· οὕτως, ἐμὸν θ. ἔπειθον=καὶ ἐπείθετο θυμός. Ὀδ. Ι. 33. ― Μεταχειρίζεται δὲ τὸ θυμὸς ὡς συνώνυμον τῷ φρήν, κατὰ φρένα καὶ κατὰ θυμὸν Ἰλ. Δ 163· προσέτι ὡς συνώνυμ. ταῖς λέξ. μένος, ψυχή, κραδίη - Ἕδρα δὲ τοῦ θυμοῦ εἶναι παρ’ αὐτῷ τὸ στῆθος ἢ τὸ διάφραγμα (φρένες), θυμὸς ἐνὶ στήθεσσι, ἐν φρεσὶ θυμός - Τὸ πληθ. θυμοὶ οὐδαμοῦ παρ’ Ὁμήρῳ.

Δεν υπάρχουν σχόλια: