Τρίτη 7 Απριλίου 2009

πρός

δωρ. προτὶ καὶ ποτί, πρόθ.

Ι. μετὰ γεν. πρὸς δήλωσιν κινήσεως ἔκ τινος τόπου, ἀπὸ..., ἀπὸ τὸ μέρος (ἀπ᾿ τὴν πλευρὰ ἢ τῆν περιοχήν) τινος, ἢ πρὸς τὸ μέρος τινος' πρὸς Νότου=πρὸς τὴν πλευρὰ, κατεύθυνσι τοῦ Νότου' μτφρ., πρὸς πατρός=ἐκ τῆς πλευρᾶς τοῦ πατρός | 2. ἐκ μέρους τινός, ἀπό τινος, παρά τινος' ἔχω τιμὴν πρὸς Ζηνός=ἔχω τιμὴ (τιμηθεῖ) ἐκ Διός | 3. ἐνώπιόν τινος, ἐπὶ παρουσίᾳ τινος, ἐν ὀνόματί τινος (ἐπὶ ὅρκῶν καὶ διαμαρτυριῶν)' μάρτυροι πρὸς θεῶν, πρὸς ἀνθρώπων=μάρτυρες ἐνώπιον θεῶν καὶ ἀνθρώπων | 4. μετὰ παθ. ῥημάτων ἐνίοτε κεῖται ἡ πρὸς ἀντὶ τῆς ὑπό' διδάσκομαι πρός τινος=διδάσκομαι ὑπό τινος | 5. ἁρμόζει, ταιριάζει' οὑ πρὸς τοῦ ἅπαντος ἀνδρός=δὲν ἁρμόζει εἰς κάθε ἄνδραν' πρὸς δίκης=σύμφωνον πρὸς τὸ δίκαιον, ἁρμόζον εἰς τὴν δικαιοσύνην' πρὸς γυναικός ἐστιν=ταιριάζει εἰς γυναῖκα.

ΙΙ. μετὰ δοτ. πρὸς δήλωσιν τῆς ἐν τόπῳ στάσεως' γεν. πλησίον, πολὺ κοντά, ἐπὶ παρουσίᾳ τινος, ἐπί τινος, εἴς τι(να)' βάλλω ποτὶ γαίης=ῥίπτω κατὰ γῆς' πρὸς ἀλλήλῃσιν ἔχονται=προσκολῶνται σφιγκτὰ ὁ εἷς εἰς τὸν ἄλλον | 2. ἐπιπροσθέτως, πρὸς τούτοις, ἐπὶ πλέον, πλήν, παρεκτός' πρὸς τοῖς ἄλλοις κακοῖς=ἐκτὸς τῶν ἄλλων κακῶν | 3. ἐπὶ ἐντατικῆς ἐνασχολήσεως περί τι' γίγνομαι πρὸς τῷ σκοπεῖν=εἶμαι ἐνασχολημένος μὲ τὴν ἔρευνα.

ΙΙΙ. μετὰ αἰτ. πρὸς δήλωσιν κινήσεως πρός τινα τόπον' ἐπὶ τόπου, εἰς...' πρὸς ἠῶ=πρὸς Ἀνατολάς | 2. μετὰ ἐχθρ. ἐνν., ἐναντίον τινός, κατά τινος' πρὸς Τρώων μάχεσθαι=ἐναντίον τῶν Τρώων μάχεσθαι | 3. σὲ ἐπιγραφὲς ῥητορικῶν λόγων' πρός τινα=ἐν σχέσει πρός τινα, εἰς ἀπάντησιν πρός τινα (ἢ κατά τινος) | 4. ἐπὶ χρόνου, κατὰ τὴν δεῖνα ὥρα (ἐποχή), περίπου τήν...' πρὸς ἐσπέρας=κατὰ τὸ βράδυ' πρὸς γῆρας=κατὰ τὰ γεράματα | 5. γεν. ἐπὶ σχέσεως μεταξὺ δύο ἀντικειμένων, ἐν σχέσει πρός..., ὡς πρός, ὅσον ἀφορᾷ εἰς..., ἀπὸ ἀπόψεως' πρὸς ταῦτα=ὡς πρὸς αὐτά, κατὰ ταῦτα, ἑπομένως, ὅθεν' τὰ πρὸς τὸν πόλεμον=τὰ σχετικὰ πρὸς τὸν πόλεμον, τὰ πολεμικά | 6. συμφώνως πρός, πρὸς σκοπὸν νά...' πρὸς τὴν φήμην=συμφώνως πρὸς τὴν φήμην' πρός τί;=πρὸς τίνα σκοπόν; γιατί; | 7. ἐν συγκρίσει πρός, ἀναλόγως πρός' πρὸς πάντας τοὺς ἄλλους=ἐν συγκρίσει πρὸς ὅλους τοὺς ἄλλους | 8. παρ᾿ ἀττ. πρός + αἰτ. κεῖται συχνὰ ἀντὶ ἐπιρ. (μετὰ ἐπιρ. ἐνν.)' πρὸς βίαν=βιαίως, διὰ βίας' πρὸς ἀνάγκην=ἀναγκαίως, κατ᾿ ἀνάγκην' πρὸς καιρόν=ἐπικαίρως, ἐγκαίρως' πρὸς τὸ βίαιον=βιαίως | 9. ὡς ἐπίρ., προσέτι, πρὸς τούτοις, ἐπὶ πλέον, ἐπιπροσθέτως.

IV. ἐν συνθέσει' κίνησιν πρός τι μέρος: προσάγω, προσέρχομαι | 2. προσθήκην, ἐπιπροσθέτως, προσέτι, ἐπι πλέον: προσκτάομαι | 3. τὸ εἶναι (εὑρίσκεσθαι) πλησίον, τὸ παραμένειν πλησίον ὡς καὶ τὸ ἐνασχολεῖσθαι εἴς τι: πρόσειμι, προσγίγνομαι.

Δεν υπάρχουν σχόλια: