Παρασκευή 28 Νοεμβρίου 2008

ἐποίχομαι

(ἐπί + οἴχομαι)' οἴχομαι ἐπί, πορεύομαι πρός τινα, αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φὼς Ὀδ. Α. 324· αὐτόν τε κέλευε αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας Ρ. 346, 351, πρβλ. Ζ. 382 | 2. ἐπέρχομαι μετὰ ἐχθρικοῦ σκοποῦ, ἐπιτίθεμαι, προσβάλλω, μετ’ αἰτ., Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ Ἰλ. Ε. 330, πρβλ. Κ. 487.

ΙΙ. ἀλλ’ ὅ γε νηῶν ἴκρι’ ἐπῴχετο μακρὰ βιβάσθων=ἀλλ’ οὖτός γε τὰ ἐξέχοντα ἄκρα τῶν νεῶν ἐπήρχετο μεγάλως προποδίζων (Θ. Γαζῆς), Ο. 676. | 2. περιέρχομαι, κάμνω τὸν γῦρον κατὰ σειρὰν (πρβλ. ἔπειμι), ἐπὶ οἰνοχόου, θάμ’ ἐπῴχετο οἰνοχοεύων Ὀδ. Α. 143· ἐπὶ στρατηγοῦ ἐπιθεωροῦντος τὸ ἑαυτοῦ στράτευμα, λατ. obire, στίχας ἀνδρῶν πάντας ἐπῴχετο Ἰλ. Ο. 279, πρβλ. Π. 155, Ὀδ. Δ. 451· καὶ ἀπολ., περιέρχομαι, ἐπιθεωρῶ, Ἰλ. Κ. 171, Ρ. 215· πάντοτ’ ἐποιχόμενος Ε. 508· πάντῃ ἐπ. Ζ. 81, Κ. 167, κτλ. | 3. ὡσαύτως ἐπὶ τῶν βελῶν τοῦ Ἀπόλλωνος καὶ τῆς Ἀρτέμιδος, ἃ ἔφερον τοῖς θνητοῖς θάνατον, τὰ δ’ ἐπῴχετο κῆλα θεοῖο πάντῃ ἀνὰ στρατὸν Α. 383, πρβλ. 50· ἐπ’ αὐτῶν τῶν θεῶν, οἷς ἀγανοῖς βελέεσιν ἐποιχόμενος κατέπεφνεν Ω. 759. Ὀδ. Γ. 280· Ἄρτεμις ἁγνὴ οἷς ἀγανοῖς βελέεσσιν· ἐποιχομένη κατέπεφνεν Ε.· 123, κτλ. | 4. καταγίνομαι εἰς τὸ ἔργον μου, «κυνηγῶ τὴν δουλειά μου», λατ. obire, καὶ ἀμφιπόλοισι κέλευε ἔργον ἐποίχεσθαι, ἀπέρχεσθαι εἰς τὸ δεῖπνον, Ν. 34· κατὰ τὸ πλεῖστον ἐπὶ γυναικῶν, ἱστὸν ἐποιχομένην=ἱστουργοῦσαν, καὶ ὑφαίνουσαν (Σχόλ.), Ἰλ. Α. 31, Ὀδ. Ε. 62, κτλ.

[
ἐποιχομένην μτχ. θηλ.(Α 31)]
[
ἐπῴχετο, γ’ ἑν. πρτ. τοῦ ἐποίχομαι (Α 50)]

Δεν υπάρχουν σχόλια: